Μόνο αν επικρατήσει ο Νόμος της Αγάπης με την εκούσια υποταγή της ανθρωπότητας στο ΑΓΙΟ ΠΝΕΥΜΑ θα επικρατήσει ΕΙΡΗΝΗ και ΧΑΡΑ στην Ε.Ε. και τον πλανήτη γη.

Συγκλονιστική μουσική -Όταν ο Zbigniew Preisner (ο μουσικός των ταινιών του Κισλόφσκι) μελοποίησε στα ελληνικά τον “Ύμνο Της Αγάπης” του Αποστόλου Παύλου (Α’ Επιστολή προς Κορινθίους)

 

[13.1] Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. [13.2] καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. [13.3] καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

[13.4] ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, [13.5] οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, [13.6] οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· [13.7] πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

[13.8] ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. [13.9] ἐκ μέρους δὲ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· [13.10] ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. [13.11] ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. [13.12] βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.

[13.13] νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.

1 σχόλιο

    • Μαρία Κ. στο 23 Μαρτίου, 2025 στις 7:28 μμ
    • Απάντηση

    Δυστυχώς αυτό δεν πρόκειται ποτέ να
    γίνει εδώ στην γη… έχουμε μπει πλέον στα έσχατα χρόνια στην βασιλεία του αντιχρίστου…

Αφήστε μια απάντηση

Η διεύθυνση του email σας δεν θα δημοσιευθεί.